Χαραλάμπης Μπούσιας - Τροπάρια εἰς τὸν πτωχὸν ἅγιον
«...κι ἐκεῖ ἔλουσε μὲ τὸ αἷμα του, τὰ ἄνθη καὶ τοὺς χλωροὺς κλάδους, καὶ ζέον ῥεῖθρον ἐκοκκίνισε τὴν γῆν, ἥτις εὐμενὴς τὰ ἐδέχθη, ἡ δὲ αὔρα πραῗα ἀνέλαβεν ἐπὶ πτίλων τὴν πνοήν του, κι ἐκεῖ ἐκοιμήθη τὸν ὕπνον τὸν παραδείσιον, ὁ πτωχὸς αἰπόλος, μιμηθεὶς τὸν Ποιμένα τὸν καλόν, τὸν τιθέντα τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Καὶ ὕστερον πῶς νὰ μὴ μοσχοβολᾷ τὸ χῶμα;» (Ἀ.Π. Ὁ φτωχὸς Ἅγιος)
Πτωχοῦ Ἁγίου, τοῦ κατὰ Ἀλέξανδρον Παπαδιαμάντην
ἐν Σκιάθῳ ἀθλήσαντος, ποίημα Χαραλάμπους Μπούσια.
Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Τῷ Παντάνακτι Θεῷ θυσίαν τῶν αἱμάτων σου τιμίους ὄμβρους, ἵνα σώσῃς τοὺς πλησίον προσήνεγκας, Σκιάθου γόνε, Πτωχέ καὶ ἀνώνυμε, ὁ βόσκων ἄρνας καλῶς· διὸ ᾄδοντες σοῦ τὴν ἄθλησιν Χριστὸν τὸν Θεὸν δοξάζομεν καὶ σοῦ τὰς Αὐτὸν λιτὰς αἰτούμεθα. |
Κοντάκιον. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὁ τόπος ὁ σεπτός, ἐν ᾧ θάνατον εὖρες, Πτωχὲ ἐκ πειρατῶν ἐπληρώθη ἀῤῥήτου ὀσμῆς, ἐξ ἧς ἔγνωσαν οἱ πιστοὶ τὴν Παντάνακτος εὐαρέσκειαν· διὰ τοὺς σοὺς θείους ἄθλους, ὦ ἀνώνυμε βοσκέ προβάτων γενναῖε, Σκιάθου ἐκβλάστημα. |
Μεγαλυνάριον.
Σῶσαι Σκιαθίους ἐκ τοῦ ἐχθροῦ θέλων προσηνέχθης θῦμα ἄμωμον τῷ Θεῷ τῶν ἁγίων δήμους, Πτωχέ, καταπλουτίσας καὶ τοὺς ἐχθροὺς πτωχεύσας τοῦ Παντοκράτορος. |